Πέμπτη 9 Οκτωβρίου 2014

Ιστοσελίδα Καταλανού στα Αρχαία Ελληνικά!!!!! Ούτε οι Έλληνες δεν μπορούν

Ρίξτε μια ματιά σε ένα "ιδιαίτερο" site ενός Καταλανού το οποίο γράφει στα Αρχαία Ελληνικά!!!!


Διαβάστε παρακάτω και το τελευταίο άρθρο του

Ἀνάστασις ἐν τῷ Χὸνγκ Κόνγκ, ὁ δὲ “Βάβυ Δὸκ“ ἀποθνῄσκει 
Διαμένει τὰ προβλήματα ἐν τῷ Χὸνγκ Κόνγκ ἤδη τὴν ὀγδόην ἡμέραν· οἱ μὲν τῶν τῆς Χ.Κ.
πανεπιστημίων μαθηταὶ τὸ τῆς πόλεως κέντρον καταλαβόντες οὐκ ἐθέλουσι τοῦτο καταλιπεῖν, καίπερ τῶν ἐν τέλει καθ' ἡμέραν κελευόντων, νῦν δὲ νέον πρόβλημα γεγένηται, ἔνιοι γὰρ πολῖται οἳ τῇ ἐν τῷ Πεκίνῳ ἀρχῇ ἐπικουροῦσι τοῖς μαθηταῖς ἐπέθεντο προχθές· ῥᾷστον δέ ἐστιν ἐν τῇ ἁμίλλῃ διακρίνειν ὅστις τῇ ἐν τῷ Πεκίνῳ ἀρχῇ ἐπικουρεῖ καὶ ὅστις ἐναντιοῦται, οἱ μὲν γὰρ ἐναντιούμενοι (οἳ τυγχάνουσι μαθηταὶ τῶν πανεπιστημίων ὄντες οἱ πλεῖστοι) ξανθὸν μαντήλιον περὶ τοῦ αὐχένος ἔχουσιν, οἱ δὲ ἐπικουροῦντες κυανοῦν. οἱ μὲν μαθηταὶ διαβεβαιοῦνται ὅτι οὗτοι οἱ νεωστὶ ἀφικόμενοι ὑπὸ τῆς ἐν τῷ Πεκίνῳ ἀρχῆς ἐπέμφθησαν, οἱ δὲ ἐν τέλει (πῶς γὰρ οὔ;) τοῦτο ἀρνοῦνται. 

ἐν δὲ τῇ Ἀϊτῇ ἀπέθανε χθὲς ὁ Ἰωάννης Κλαύδιος Δουβαλιήρ, ὁ δικτάτωρ ὃς ταύτης τῆς χώρας ἀπὸ τοῦ 1971ου ἔτους ἕως τοῦ 1986ου ἦρχεν. ὁ τοῦ Δουβαλιὴρ πατήρ, “Πάπα Δὸκ“ καλούμενος, τῆς χώρας πρόεδρος ἦν· τοῦ δὲ πατρὸς ἀποθανόντος, ὁ υἱός, “Βάβυ Δὸκ“ καλούμενος, τὴν ἀρχὴν βίᾳ καταλαβὼν δικτατωρείαν ἐπέθηκεν, ἐκ δὲ τούτου, τοῦ Βάβυ Δὸκ ἄρχοντος, ἑκατὸν καὶ πεντήκοντα χιλιάδες ἀνθρώπων ἠφανίσθησαν. τῷ 1986ῳ ἔτει, ἐπαναστάσεως γενομένης, ἐκ τῆς ἀρχῆς ἐκβληθεὶς εἰς μὲν τὴν Γαλατίαν ἀπῆλθεν, ἐκεῖ δὲ ἐν ἀφθόνοις πολλὰ ἔτη ἐβιότευε τὰ χρήματα ἀναλίσκων ἃ ἐκ τῆς Ἀϊτῆς ἠνέγκετο, ἕως τῷ 2011ῳ ἔτει πρὸς τὴν Ἀϊτὴν ἐπανῆλθεν, οὗ ἐν ξενοδοχείῳ τινὶ ἐβιότευεν. 


http://akropolis-world-news.weebly.com